1.

[10.129] πάλιν ὑποκείσθω πηχυαῖον διάστημα, καὶ φερέσθω τινὰ σώματα ἀφ' ἑκατέρου τῶν ἄκρων ἰσοταχῶς ὡς αἱ κατ' Ἐπίκουρον ἄτομοι. οὐκοῦν ἐπεὶ ὑπόκειται ταῦτα τὰ σώματα ἰσοταχῶς κινούμενα, πάντως κατὰ τὴν μεσότητα τοῦ πηχυαίου διαστήματος προσκρούσαντα ἀλλήλοις ἢ στήσεται ἢ ἐπὶ τὸν ὅθεν ἦλθε τόπον ἀντικρουσθήσεται.