1.

[10.130] καὶ εἰ μὲν ἵσταται, πρόδηλόν ἐστιν, ὅτι ἑκάτερον αὐτῶν ἐν ἄλλῳ μὲν χρόνῳ ἐκινεῖτο τὸ ἀπὸ τοῦ ἄκρου διάστημα ἄχρι τῆς μεσότητος, ἐν ἄλλῳ δὲ ἔμελλεν ἀνύειν τὸ ἀπὸ τῆς μεσότητος ὡς ἐπὶ τὸ ἕτερον ἄκρον. εἰ δὲ ἀνταναβάλλεται ὡς ἐπὶ τὰ τοῦ ὅλου διαστήματος ἄκρα, πάλιν προῦπτον, ὡς ἐν ἄλλῳ μὲν χρόνῳ διῆλθε τὰ ἀπὸ τῶν ἄκρων διαστήματα ὡς ἐπὶ τὸ μέσον, ἐν ἄλλῳ δὲ ἀντικρουσθέντα ὑπέστρεψεν ὡς ἐπὶ τὰ ἄκρα. καὶ οὕτως οὐδέν ἐστι τὸ κινούμενον ὑφ' ἓν ἄθρουν μεριστὸν διάστημα.