1.

[10.131] Ἔτι καὶ οὕτως ἐλεγκτέον ἐστὶ τοὺς πάντα μὲν εἰς ἄπειρον τέμνεσθαι λέγοντας, κινεῖσθαι δὲ τὸ κινούμενον ὑφ' ἓν ἄθρουν μεριστὸν διάστημα προειληφότας. δυεῖν γὰρ ἰσοταχῶς κινουμένων σωμάτων ὅσον πηχυαῖον διάστημα, ἀκολουθήσει λέγειν ἐν τῷ αὐτῷ χρόνῳ μὴ τὸ αὐτὸ διάστημα ἑκάτερον ἀνύειν, ἀλλὰ τὸ μὲν πλεῖον, τὸ δὲ ἔλαττον˙ ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν.