1.

[10.132] διωρίσθω γὰρ τὸ πηχυαῖον διάστημα τοῦ ἑτέρου σώματος κατὰ τὴν μεσότητα, καὶ τὸ διορίζον ἀντικοπτέτω παντὶ προσπίπτοντι. ἐπεὶ οὖν ἐν ἴσῳ χρόνῳ ἀξιοῦσιν ἑκάτερον κινεῖσθαι κἀν τῷ αὐτῷ ἀνύειν τό τε πηχυαῖον διάστημα καὶ τὰ μέρη τούτου καὶ οὐκ ἐν ἄλλῳ μὲν τὰ μέρη, ἐν ἄλλῳ δὲ τὸ ὅλον, πάντως ἐν ᾧ χρόνῳ κινεῖται τὸ ἕτερον τούτων τῶν σωμάτων τὸ ὅλον πηχυαῖον διάστημα, ἐν τῷ ἴσῳ καὶ τὸ λειπόμενον σῶμα κινήσεται τὸ ἡμίπηχυ διάστημα καὶ ἀντικοπὲν στήσεται.