1.

[10.135] ἀλλὰ τοῦτό γε τὸ φαινόμενον καὶ ἐναργὲς εἶναι δοκοῦν ἀναιρεῖται ὅσον ἐπὶ τῇ ἐκκειμένῃ ὑποθέσει καὶ γίνεται ψεῦδος. ἔσται γὰρ τὸ ἐν τῷ αὐτῷ χρόνῳ κινούμενον καὶ ταχύτερον καὶ βραδύτερον˙ ὅπερ ἦν ἀπεμφαῖνον. εἰ γὰρ οὐκ ἐν ἄλλῳ μὲν χρόνῳ τὸ ὅλον κινεῖται πηχυαῖον διάστημα, ἐν ἄλλῳ δὲ τὰ τοῦ πηχυαίου διαστήματος μέρη, ἀλλ' ἐν ἑνὶ καὶ τῷ αὐτῷ τό τε ὅλον διάστημα διέρχεται καὶ τὰ τοῦ ὅλου μέρη, ἔσται τὸ αὐτὸ ἐν τῷ αὐτῷ χρόνῳ καὶ βραδύτερον καὶ ταχύτερον˙