1.

[10.136] ᾗ μὲν γὰρ πηχυαῖον ἐν τούτῳ διάστημα ἀνύει, ἔσται ταχύτερον, ᾗ δ' ἐν τῷ αὐτῷ ἡμιπηχυαῖον, ἔσται βραδύτερον. τελέως δέ ἐστιν ἄτοπον ἐν τῷ αὐτῷ χρόνῳ λέγειν τι καὶ ταχύτερον εἶναι καὶ βραδύτερον. τοίνυν οὐ κατ' ἄθρουν μεριστὸν διάστημα κινεῖται τὸ κινούμενον, ἀλλὰ κατὰ τὸ πρότερον πρότερον.