1.

[10.137] Ἱκανῶς δ' ἂν ἐλέγχοιντο οἱ ταύτης προεστῶτες τῆς δόξης (Cfr. § 123) καὶ διὰ τῆς λεχθησομένης ὑποθέσεως. ἔστω γάρ τι δακτυλιαῖον διάστημα, διῃρήσθω τε τοῦτο κατὰ τὴν μεσότητα εἰς δύο ἡμιδακτυλιαῖα διαστήματα, καὶ ἔστω τὸ διορίζον φύσιν ἔχον ἀντικοπτικὴν καὶ ἀποβάλλειν δυναμένην τὸ προσπίπτον, κινείσθω τε σῶμά τι κατὰ τοῦ τοιούτου διαστήματος˙ φημὶ δή, ὅτι κατὰ ταύτην τὴν ὑπόθεσιν, ἐπεὶ τὸ κινούμενον ἐν τῷ αὐτῷ χρόνῳ τό τε ὅλον ἀνύει διάστημα καὶ τὰ τοῦ ὅλου μέρη, δεήσει τὸ αὐτὸ ἐν τῷ αὐτῷ χρόνῳ ἐλθεῖν τε καὶ ἀπελθεῖν˙ ὅ ἐστι τῶν ἀδυνάτων.