1.

[10.138] εἰ γὰρ ἐν ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ ἀνύει τό τε ὅλον δακτυλιαῖον διάστημα καὶ τὰ μέρη αὐτοῦ, δακτυλιαῖον δ' ἔστι διάστημα τό τε ἀπὸ τοῦ ἄκρου μέχρι τῆς μεσότητος καὶ τὸ ἀπὸ ταύτης μέχρι τοῦ ἄκρου, ἐν τῷ αὐτῷ χρόνῳ καὶ ἀπελεύσεται τὸ κινούμενον καὶ προσκροῦσαν τῷ διορίζοντι κατελεύσεται. παρὰ τὴν ἐνάργειαν δέ ἐστι τὸ ἐν τῷ αὐτῷ χρόνῳ ἐλθεῖν τε καὶ ἀπελθεῖν˙ παρὰ τὴν ἐνάργειαν ἄρα καὶ τὸ οὕτω γίνεσθαι τὴν κίνησιν, ὥσπερ καὶ τὸ ἐν τῷ αὐτῷ χρόνῳ λέγειν καὶ ἐκτείνεσθαι τὴν χεῖρα καὶ συστέλλεσθαι, καὶ οὐκ ἐν ἄλλῳ μὲν ἐκτείνεσθαι, ἐν ἄλλῳ δὲ συστέλλεσθαι.