1.

[10.139] (§§ 139-141 Cfr. PH III 76) Ὥστε τὸ μὲν κατ' ἄθρουν διάστημα γίνεσθαι τὴν κίνησιν οὕτως ἐστὶν ἄπορον τοῖς προειρημένοις ἀνδράσιν˙ πολλῷ δὲ τούτου ἀπορώτερον τὸ μὴ κατ' ἄθρουν γίνεσθαι μεριστὸν διάστημα, ἀλλὰ κατὰ τὸ πρότερον πρότερον καὶ κατὰ τὸ δεύτερον δεύτερον. εἰ γὰρ οὕτω γίνεται ἡ κίνησις, πάντων εἰς ἄπειρον τεμνομένων τῶν τε σωμάτων καὶ τόπων καὶ χρόνων (Cfr. § 121), οὐκ ἔσται τις ἀρχὴ κινήσεως.