1.

[10.143] καὶ πρῶτον, ὅτι οὐκ ἔσται κίνησις, ὡς ὁ Διόδωρος ἐδίδασκε τῶν ἀμερῶν ἐχόμενος τόπων τε καὶ σωμάτων (Cfr.
T. 125 (ed).
=SSR II F 8 et 15 (ed).
; cfr. § 86). τὸ γὰρ ἐν τῷ πρώτῳ ἀμερεῖ τόπῳ περιεχόμενον ἀμερὲς σῶμα οὐ κινεῖται˙ περιείχετο γὰρ ἐν τῷ ἀμερεῖ τόπῳ καὶ ἐκπεπληρώκει τοῦτον. καὶ πάλιν˙ τὸ ἐν τῷ δευτέρῳ ὑποκείμενον οὐ κινεῖται˙ κεκίνηται γὰρ ἤδη. εἰ δὲ μήτε ἐν τῷ πρώτῳ τὸ κινούμενον κινεῖται ἐφ' ὅσον ἔστιν ἐν τῷ πρώτῳ, μήτ' ἐν τῷ δευτέρῳ, παρὰ δὲ ταῦτα τρίτος οὐκ ἐπινοεῖται τόπος, οὐ κινεῖται τὸ λεγόμενον κινεῖσθαι.