HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-10,144
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-10,144.rdf
1.
[10.144] πάρεστι δὲ καὶ χωρὶς τῆς τοιαύτης ἀπορίας ἐξ ὑποθέσεως διαβάλλειν τὴν στάσιν τῶν κατ' Ἐπίκουρον. ἔστω γὰρ
διάστημα ἐξ ἐννέα [τε] συγκείμενον ἀμερῶν τόπων στοιχηδὸν τεταγμένων, καὶ κινείσθω κατ' αὐτοῦ
δὴ τοῦ διαστήματος δύο ἀμερῆ σώματα ἀφ' ἑκατέρου τῶν ἄκρων, κινείσθω δὲ ἰσοταχῶς.