1.

[10.144] πάρεστι δὲ καὶ χωρὶς τῆς τοιαύτης ἀπορίας ἐξ ὑποθέσεως διαβάλλειν τὴν στάσιν τῶν κατ' Ἐπίκουρον. ἔστω γὰρ διάστημα ἐξ ἐννέα [τε] συγκείμενον ἀμερῶν τόπων στοιχηδὸν τεταγμένων, καὶ κινείσθω κατ' αὐτοῦ δὴ τοῦ διαστήματος δύο ἀμερῆ σώματα ἀφ' ἑκατέρου τῶν ἄκρων, κινείσθω δὲ ἰσοταχῶς.