1.

[10.145] οὐκοῦν ἐπεὶ ἡ κίνησίς ἐστιν ἰσοταχής, δεήσει ἑκάτερον τῶν τοιούτων σωμάτων ἀνὰ τέσσαρας ἀμερεῖς διέρχεσθαι τόπους. φθάσαντα δὲ ἐπὶ τὸν πέμπτον τόπον, ὅς ἐστι μέσος τῶν τεσσάρων καὶ τῶν τεσσάρων, ἢ στήσεται ἢ τὸ ἕτερον αὐτῶν προκαταταχήσει, ὥστε τοῦτο μὲν πέντε διελθεῖν ἀμερεῖς τόπους, τὸ δὲ λειπόμενον τέσσαρας μόνον, ἢ οὔτε στήσεται οὔτε τὸ ἕτερον προκαταταχήσει, συνδραμόντα δὲ ὑφ' ἓν ἀμφότερα ἐξ ἡμισείας διακαθέξει τὸν πέμπτον ἀμερῆ τόπον.