1.

[10.146] τὸ μὲν οὖν ἀμφότερα στῆναι πάνυ ἐστὶν ἀπίθανον˙ τόπου γὰρ οὐχ ὑποκειμένου καὶ μηδενὸς πρὸς τὴν κίνησιν ἀντικόπτοντος οὐ στήσεται. τὸ δὲ προκαταταχεῖν τοῦ ἑτέρου τὸ ἕτερον παρὰ τὴν ὑπόθεσιν˙ ὑπέκειτο γὰρ ἰσοταχῶς ἑκάτερον αὐτῶν κινούμενον.