1.

[10.147] λείπεται ἄρα λέγειν, ὅτι εἰς τὸ αὐτὸ συνδραμόντα ἀμφότερα ἐφέξει τὰς ἡμισείας τοῦ λειπομένου τόπου. εἰ δὲ ἐπέχει τοῦτο μὲν τὴν καθ' αὑτὸ ἡμίσειαν, ἐκεῖνο δὲ τὴν καθ' αὑτό, οὐκ ἔσται ἀμερὴς ὁ τόπος, ἀλλ' εἰς δύο ἡμισείας μεριστός. οὑτωσὶ δὲ καὶ τὰ σώματα˙ μέρει γὰρ αὑτῶν τὸ τοῦ τόπου μέρος ἐπιλαμβάνοντα οὐκ ἔσται ἀμερῆ.