1.

[10.149] πάλιν ἔστω τι κανόνιον κέντροις κατὰ τὸ ἕτερον μέρος διειλημμένον, καὶ τοῦτο περιαγέσθω ἀπὸ τοῦ ἑτέρου τῶν ἄκρων κατά τινος ἐπιπέδου ἐν ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ. καὶ δὴ τοῦ ἄκρου περιαγομένου κύκλοι καταγραφήσονται μεγέθει διαφέροντες ἀλλήλων, καὶ ὁ μὲν ἐξωτάτω καὶ πάντων περιληπτικὸς μέγιστος, ὁ δ' ἐνδοτάτω βραχύτατος, καὶ οἱ μεταξὺ τούτων ἀνάλογοι, ἤτοι μείζους καὶ μείζους ἀπὸ τοῦ κέντρου ἐπιόντων ἡμῶν ἢ ἐλάσσους καὶ ἐλάσσους ἀπὸ τῆς ἐκτὸς περιφερείας ὑποβαινόντων.