1.

[10.150] ἐπεὶ οὖν εἷς ἐστιν ὁ τῆς περιαγωγῆς χρόνος (ἔστω δὲ ἀμερὴς οὗτος), ζητῶ πῶς ἑνὸς καὶ τοῦ αὐτοῦ χρόνου καθεστῶτος καθ' ὃν γέγονε τὰ τῆς καταγραφῆς, μιᾶς δὲ οὔσης καὶ τῆς κινήσεως, διαφέροντες γεγόνασιν ἀλλήλων οἱ κύκλοι, καὶ οἱ μὲν μεγάλοι, οἱ δὲ μικρὰν ἔχοντες τὴν περίμετρον.