1.

[10.151] οὐδὲ γὰρ ἔνεστι λέγειν, ὅτι τῶν ἀμερῶν χρόνων διαφορά τίς ἐστι παρὰ τὸ μέγεθος καὶ διὰ τοῦτο τῶν κύκλων οἱ μὲν ἐν μείζοσιν ἀμερέσι καταγραφέντες χρόνοις εἰσὶ μείζους, οἱ δὲ ἐν ἐλάσσοσι μικρότεροι. εἰ γὰρ ἕτερος ἑτέρου μείζων ἐστὶν ἀμερὴς χρόνος, οὐκ ἔστιν ἀμερὴς ὁ χρόνος οὐδὲ ἐλάχιστος, καὶ τὸ κινούμενον οὐ πάντως ἐν ἀμερεῖ χρόνῳ κινεῖται.