1.

[10.152] πρὸς τούτοις οὐδὲ ἐκεῖνο ἔστι φάναι, ὅτι εἷς μέν ἐστιν ἀμερὴς χρόνος, καθ' ὃν ἅπαντες καταγράφονται οἱ κύκλοι, τὰ δὲ μέρη τοῦ περιαγομένου κανόνος οὐκ ἔστιν ἰσοταχῆ, ἀλλὰ τὰ μὲν ταχύτερον περιάγεται, τὰ δὲ βραδύτερον, καὶ ὑπὸ μὲν τῶν ταχύτερον περιαγομένων οἱ μείζους συνίστανται κύκλοι, ὑπὸ δὲ τῶν βραδύτερον οἱ μικρότεροι.