1.

[10.154] (§ 154 Cfr. PH III 77) καθόλου τε˙ εἰ πάντα ἀμερῆ ἐστιν, ὅ τε χρόνος ἐν ᾧ γίνεται ἡ κίνησις, καὶ τὸ σῶμα ὅπερ κινεῖται, ὅ τε τόπος ἐν ᾧ τὰ τῆς κινήσεως συντελεῖται, πάντα κατ' ἀνάγκην τὰ κινούμενα ἰσοταχῶς κινήσεται, ὥστε τὸν ἥλιον τῇ χελώνῃ γίνεσθαι ἰσοταχῆ˙ καὶ γὰρ αὐτὸς καὶ αὐτὴ ἐν ἀμερεῖ χρόνῳ ἀμερὲς ἀνύει διάστημα. ἄτοπον δέ γε πάντα τὰ κινούμενα ἰσοταχῶς λέγειν κινεῖσθαι ἢ τὴν χελώνην τῷ ἡλίῳ τυγχάνειν ἰσοταχῆ˙ ἄτοπον ἄρα τὸ πάντων εἰς ἀμερὲς καταληγόντων ἀξιοῦν γίνεσθαι τὴν κίνησιν.