1.

[10.156] οὐκοῦν καὶ τὴν τούτων στάσιν ἀδύνατόν ἐστι διδάσκειν πάντων προδηλοτέρων ἐχομένους ὑποδειγμάτων. ὑποκείσθω γὰρ τετραδακτυλιαῖον διάστημα, καὶ ἀνυέτω τοῦτο τὸ κινούμενον σῶμα ἐν δυσὶν ἀμερέσι χρόνοις, ὥστε τὸ ἕτερον [τὸ] διδακτυλιαῖον ἐν 〈ἑνὶ〉 ἀμερεῖ χρόνῳ διέρχεσθαι καὶ τὸ λειπόμενον πάλιν ἐν ἑνί. τοιαύτης δὲ οὔσης ὑποθέσεως ἀφαιρείσθω τοῦ τοσούτου διαστήματος δακτυλιαῖον διάστημα, ὥστε τὸ περιλειπόμενον διάστημα τριδακτυλιαῖον γίνεσθαι.