1.

[10.157] ἀλλ' εἰ τὸ ὅλον τετραδακτυλιαῖον διάστημα ἐν δυεῖν ἀμερέσι χρόνοις τὸ κινούμενον σῶμα διήρχετο, πάντως τὸ τριδακτυλιαῖον ἀνύσει ἐν ἑνὶ ἀμερεῖ χρόνῳ καὶ ἡμίσει, ἐν ἑνὶ μὲν τὸ διδακτυλιαῖον διάστημα, ἐν ἡμίσει δὲ τὸ λειπόμενον δακτυλιαῖον. καὶ οὕτως, εἰ ἔστι τοῦ ἀμεροῦς χρόνου ἡμίσει λειπόμενος ἀμερὴς χρόνος, οὐκ ἔστι τις ἀμερὴς χρόνος, ἀλλὰ καὶ οὗτος εἰς μέρη τέτμηται.