1.

[10.158] ὁ δ' αὐτὸς λόγος, εἰ πέμπτον δάκτυλον προσθῶμεν τῷ τετραδακτυλιαίῳ διαστήματι. πῶς γὰρ τοῦτο κινήσεται τὸ κινούμενον; ἆρά γε ἐν ἀμερεῖ χρόνῳ; ἀλλ' ἐπεὶ καὶ τὸ διπλοῦν ἐν ἀμερεῖ χρόνῳ διήνυεν, ἔσται τὸ ἐν τῷ αὐτῷ χρόνῳ κινούμενον ταχύ τε ἅμα καὶ βραδύ, ᾗ μὲν διδακτυλιαῖον ἐν ἀμερεῖ χρόνῳ ἀνύει, ταχύ, ᾗ δ' ἐν τῷ ἴσῳ δακτυλιαῖον διέρχεται, βραδύ. εἰ δὲ ἐν ἐλάττονι ἀμεροῦς χρόνου ἀνύει τὸν πέμπτον δάκτυλον, μεριστός ἐστιν ὁ ἀμερὴς χρόνος˙ ὅπερ οὐ θέλουσιν.