1.

[10.160] ἔστω γὰρ ὄρθιόν τι διάστημα, οἷον δεκάπηχυ, καὶ βαρύ τι σῶμα, οἱονεὶ μολιβῆ σφαῖρα, ἐν ἑνὶ ἐλαχίστῳ χρόνῳ ἀνυέτω ὅλον τοῦτο τὸ διάστημα ἄνωθεν κάτω. ἀλλὰ καὶ προστιθέσθω τούτῳ τῷ διαστήματι ἄλλο πηχυαῖον διάστημα, ὥστε ὅλον γίνεσθαι ἑνδεκάπηχυ, ἀφιέσθω τε πάλιν ἀπὸ τοῦ ἄκρου ἡ σφαῖρα.