1.

[10.161] οὐκοῦν φθάσασα ἐπὶ τὸ πέρας μὲν τοῦ δεκάτου πήχεως ἀρχὴν δὲ τοῦ ἑνδεκάτου ἢ στήσεται ἢ καὶ τοῦτον διελεύσεται, φημὶ δὲ τὸν ἑνδέκατον πῆχυν. ἀλλὰ τὸ μὲν στῆναι ἄτοπον˙ βαρὺ γὰρ οὕτω σῶμα καὶ δι' ἀέρος φερόμενον καὶ μηδενὸς ἀντικόπτοντος, εἰ στήσεται, πάντως ἀναιτίως στήσεται, ὅπερ ἦν ἄτοπον.