1.

[10.162] εἰ δὲ κινήσεται, ἐπεὶ τὸ ὅλον δεκάπηχυ διάστημα ἐν ἑνὶ ἀμερεῖ διέρχεται χρόνῳ, τὸ λειπόμενον πηχυαῖον διάστημα τῆς αὐτῆς οὔσης κινήσεως ἐν δεκάτῳ μέρει τοῦ ἀμεροῦς χρόνου διελεύσεται, ὥστε τὸν ἀμερῆ χρόνον πρὸς τῷ μὴ εἶναι ἀμερῆ ἔτι καὶ εἰς δέκα μέρη τετμῆσθαι.