1.

[10.163] Καὶ μὴν εἰ τὸ κινούμενον ἐν ἑνὶ ἀμερεῖ χρόνῳ ὅλον ἀνύει μεριστὸν διάστημα, ἐξ ἀνάγκης ἐν ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ ἐν πᾶσι γενήσεται τοῖς τοῦ διαστήματος μέρεσιν. εἰ δὲ ἐν ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ ἐν πᾶσι γενήσεται τοῖς τοῦ διαστήματος μέρεσιν, οὐκ ἔσται κεκινημένον τὸ διάστημα ἀλλὰ ἐπεσχηκός˙ ὅπερ ἄτοπον.