1.

[10.164] οὐ τοίνυν ἐν ἑνὶ καὶ ἀμερεῖ χρόνῳ κινεῖται τὸ κινούμενον μεριστὸν διάστημα, ἐπεὶ ἔσται τὸ αὐτὸ ἐν τῷ αὐτῷ χρόνῳ θερμόν τε καὶ ψυχρόν, πεφωτισμένον τε καὶ ἀφώτιστον. ὑποκείσθω γὰρ διπηχυαῖον διάστημα, καὶ τούτου ὁ μὲν ἕτερος πῆχυς πεπυρακτώσθω, ὁ δ' ἕτερος ἐψύχθω.