1.

[10.165] εἰ δὴ τὸ κινούμενον ἐν ἑνὶ καὶ τῷ αὐτῷ ἀμερεῖ χρόνῳ τὸ ὅλον τοῦτο ἐπιλαμβάνει διάστημα, ὅτε μὲν κατὰ τοῦ πεπυρακτωμένου πήχεώς ἐστιν, ἔσται πεπυρακτωμένον, ὅτε δὲ κατὰ τοῦ ἐψυγμένου, ἐψυγμένον. γίνεται δὲ κατὰ τὸν αὐτὸν χρόνον ἔν τε τῷ πεπυρακτωμένῳ καὶ τῷ ἐψυγμένῳ˙ τὸ αὐτὸ ἄρα κατὰ τὸν αὐτὸν χρόνον ἔσται θερμόν τε ἅμα καὶ ψυχρόν˙ ὃ τῶν ἀδυνάτων ὑπῆρχεν.