1.

[10.167] οἷον ἔστω τετραδακτυλιαῖον διάστημα, καὶ διῃρήσθω εἰς ὀκτὼ μέρη, εὐσήμου τε χάριν διδασκαλίας τὸ μὲν πρῶτον αὐτοῦ μέρος καλείσθω Α, τὸ δὲ δεύτερον Β, τὸ δὲ τρίτον Γ, καὶ κατὰ τὰ ἑξῆς ὁμοίως. εἰ δὴ τὸ κινούμενον ἐν ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ μεριστὸν ἀνύει διάστημα, ἐν ᾧ χρόνῳ κινεῖται τὸ ΑΒ διάστημα, ἐν τῷ αὐτῷ δυνήσεται κινεῖσθαι τὸ ΒΓ διάστημα. ἀλλ' εἰ 〈τοῦτο〉, ἐν τῷ αὐτῷ κινήσεται καὶ τὸ ΓΔ, καὶ οὕτω μέχρις ἀπείρου, ὥστε ἐν ἑνὶ καὶ ἀμερεῖ χρόνῳ κινήσεται τὸ ὅλον τῆς γῆς διάστημα.