HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-10,169
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-10,169.rdf
1.
〈γ´〉 εἰ ἔστι χρόνος.
[10.169] Τῆς κινήσεως τριῶν οὐσιῶν, ὡς
προεῖπον (Cfr. §§ 121, 140, 142, 154),
ἐχομένης, σώματός τε τοῦ κινουμένου καὶ τόπου τοῦ ἐν ᾧ κινεῖται καὶ χρόνου καθ' ὃν ἡ κίνησις
συντελεῖται, ἐπεὶ τό τε σῶμα (Cfr.
M
IX 366sqq.) καὶ τὸν τόπον (Cfr. §37) ἠπορήσαμεν, πειρασόμεθα καὶ περὶ χρόνου ζητεῖν˙ τάχα γὰρ καὶ περὶ
τούτου ὁ λόγος ἄπορος φανεῖται τοῖς τε αἰώνιον ὑποτιθεμένοις εἶναι τὸν κόσμον φυσικοῖς καὶ τοῖς
ἀπό τινος χρόνου λέγουσιν αὐτὸν συνεστάσθαι.