1.

〈γ´〉 εἰ ἔστι χρόνος.
[10.169] Τῆς κινήσεως τριῶν οὐσιῶν, ὡς προεῖπον (Cfr. §§ 121, 140, 142, 154), ἐχομένης, σώματός τε τοῦ κινουμένου καὶ τόπου τοῦ ἐν ᾧ κινεῖται καὶ χρόνου καθ' ὃν ἡ κίνησις συντελεῖται, ἐπεὶ τό τε σῶμα (Cfr. M IX 366sqq.) καὶ τὸν τόπον (Cfr. §37) ἠπορήσαμεν, πειρασόμεθα καὶ περὶ χρόνου ζητεῖν˙ τάχα γὰρ καὶ περὶ τούτου ὁ λόγος ἄπορος φανεῖται τοῖς τε αἰώνιον ὑποτιθεμένοις εἶναι τὸν κόσμον φυσικοῖς καὶ τοῖς ἀπό τινος χρόνου λέγουσιν αὐτὸν συνεστάσθαι.