1.

[10.172] καὶ ἄλλως˙ πᾶσα κίνησις ἐν χρόνῳ γίνεται, διὸ καὶ ἡ τοῦ κόσμου κίνησις ἐν χρόνῳ γενήσεται. ὁ δὲ χρόνος ἐν χρόνῳ οὐ γίνεται˙ ἤτοι γὰρ ἐν αὑτῷ γενήσεται ἢ ἐν ἄλλῳ ἢ ἄλλοις. οὔτε δὲ ἐν αὑτῷ γένοιτ' ἄν (ἔσται γὰρ ὁ αὐτὸς καὶ εἷς καὶ δύο), οὔτε ἕτερος ἐν ἑτέρῳ διὰ τὸ μήτε τινὰ τῶν ἐνεστώτων γίνεσθαι ἐν τῷ μὴ ἐνεστῶτι μήτε τινὰ τῶν μὴ ἐνεστώτων ἐν τῷ ἐνεστῶτι. τοίνυν οὐδὲ διὰ τοῦτο ῥητέον κόσμου κίνησιν εἶναι τὸν χρόνον.