1.

[10.173] πάλιν ὥσπερ ἡ κίνησις ἐν χρόνῳ γίνεται, οὕτω καὶ ἡ μονή˙ ἀλλ' ὃν τρόπον οὐδεὶς λέγει τὴν μονὴν εἶναι χρόνον, οὕτως οὐδὲ τὴν τοῦ κόσμου κίνησιν δεόντως χρόνον ἀποφαίνεται. ἥ τε τοῦ κόσμου κίνησις διὰ παντός ἐστιν ἡ αὐτή, ὁ δὲ χρόνος οὐ διὰ παντός ἐστιν ὁ αὐτός, ἀλλ' ὁτὲ μὲν ὁ αὐτὸς λέγεται, ὁτὲ δὲ ἄνισος˙ καὶ ὅτε ἄνισος, ὁτὲ μὲν πλείων, ὁτὲ δὲ ἐλάττων. ἕτερον ἄρα ἐστὶν ἡ τοῦ κόσμου κίνησις καὶ ἕτερον ὁ χρόνος.