1.

[10.174] οἵ γε μὴν τὴν τοῦ κόσμου κίνησιν ἀνελόντες, τὴν δὲ γῆν κινεῖσθαι δοξάσαντες, ὡς οἱ περὶ Ἀρίσταρχον τὸν μαθηματικόν, οὐ κωλύονται νοεῖν χρόνον. τοίνυν ἕτερον εἶναι λεκτέον τὸν χρόνον καὶ οὐ ταὐτὸν τῇ τοῦ κόσμου κινήσει.