1.

[10.175] οἵ τε ἐν καταγείοις τισὶ καὶ ἀλαμπέσι σπηλαίοις βιοτεύοντες καὶ οἱ ἐκ γενετῆς πηροὶ τῆς μὲν τοῦ κόσμου κινήσεως ἔννοιαν οὐκ ἔχουσιν, καθίσαντες δὲ καὶ ἀναστάντες καὶ περιπατήσαντες ἔννοιαν χρόνου λαμβάνουσι τοῦ ἐν ᾧ τὰ τρία ταῦτα ἐνήργησαν, καὶ πλείονος μὲν τοῦ ἐν ᾧ τὰ τρία, ἐλάσσονος δὲ τοῦ ἐν ᾧ τὰ δύο, ἐλαχίστου δὲ τοῦ ἐν ᾧ τὸ ἕν. εἰ δὲ δυνατὸν νοῆσαι χρόνον μὴ νοοῦντας τὴν οὐράνιον περιφοράν, ἕτερόν ἐστιν αὕτη καὶ ἕτερον ὁ χρόνος.