1.

[10.176] (§ 176 Cfr. PH III 136) Ἀριστοτέλης (
Phys. 219 b 2
) δὲ χρόνον ἔφασκεν εἶναι ἀριθμὸν τοῦ ἐν κινήσει πρώτου καὶ ὑστέρου. εἰ δὲ τοῦτό ἐστιν ὁ χρόνος, συμμνημόνευσίς τις τοῦ ἐν κινήσει πρώτου καὶ ὑστέρου (Cfr. M IX 353 sqq.), τὸ ἠρεμοῦν καὶ ἀκινητίζον οὐκ ἔσται ἐν χρόνῳ. ἢ εἴπερ ἐστὶν ἐν χρόνῳ τὸ ἀκινητίζον, ὁ δὲ χρόνος ἐστὶν ἀριθμὸς τοῦ ἐν κινήσει πρώτου καὶ ὑστέρου, ἔσται τὸ ἐν χρόνῳ ἠρεμοῦν καὶ κινούμενον˙ ὅπερ ἀδύνατον.