1.

[10.178] μήποτε δὲ πάμπολλά ἐστι καὶ τὰ τούτῳ μαχόμενα˙ αὔταρκες δὲ νῦν ἐκεῖνο λέγειν, ὅτι τὸ μετροῦν τὴν κίνησιν ἢ τὴν μονὴν ἐν χρόνῳ γίνεται καὶ οὐκ ἔστι χρόνος. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη τὸ μετροῦν τὴν κίνησιν καὶ τὴν μονὴν ὁ χρόνος˙ ἐν χρόνῳ γὰρ οὐ γίνεται χρόνος.