1.

[10.179] ἄλλως τε˙ εἰ διὰ τοῦτο μέτρον τῆς κινήσεως καὶ τῆς μονῆς ἐστιν ὁ χρόνος, ἐπεὶ ἀντιπαρήκει τῇ τε κινήσει ἐφ' ὅσον ἐστὶ κίνησις καὶ τῇ μονῇ ἐφ' ὅσον ἐστὶ μονή, ἐπεὶ πάλιν ἡ κίνησις καὶ ἡ μονὴ ἀντιπαρήκει τῷ χρόνῳ, οὐ μᾶλλον ἔσται χρόνος μέτρον τῆς κινήσεως καὶ τῆς μονῆς ἢ ἡ κίνησις καὶ ἡ μονὴ μέτρον τοῦ χρόνου.