1.

[10.182] ἡμέρα γὰρ ἡ καὶ ἰδιαίτερον νοουμένη καὶ δωδεκάωρος, τουτέστιν ἡ ἀπὸ ἀνατολῆς μέχρι δύσεως, σκεψαμένοις ἡμῖν ἀνυπόστατος φαίνεται. ὅτε γὰρ ἡ πρώτη ὑφέστηκεν ὥρα, οὔπω αἱ ἕνδεκα ὑφεστᾶσιν˙ τῶν δέ γε πλειόνων ὡρῶν μὴ οὐσῶν οὐκ ἂν εἴη ἡμέρα.