1.

[10.183] καὶ πάλιν˙ ὅτε ἡ δευτέρα ἐνέστηκεν ὥρα, ἡ μὲν πρώτη οὐκέτ' ἔστιν, αἱ δὲ λειπόμεναι δέκα οὔπω εἰσίν, διὸ τῶν πλειόνων μὴ οὐσῶν ὡρῶν οὐδ' οὕτως ἔσται ἡ ἡμέρα. πάντοτε οὖν μιᾶς ὥρας ὑφεστώσης, τῆς δὲ ἡμέρας μιᾶς ὥρας μὴ οὔσης, οὐκ ἂν εἴη τις ἡμέρα.