1.

[10.184] καὶ μὴν οὐδὲ ἡ μία ὥρα ὑφέστηκεν˙ κατὰ πλάτος γὰρ νοεῖται, ἐκ πλειόνων τε καὶ αὐτὴ συνέστηκε μοιρῶν, ὧν αἱ μὲν οὐδέπω εἰσίν, αἱ δὲ οὐκέτι, ὥστε καὶ τὸ σύνθετον ἐξ αὐτῶν ἀνυπόστατον γίνεσθαι. εἰ δὲ μήτε ὥρα τις ἐστὶ μήτε ἡμέρα μήτε κατὰ τὸ ἀνάλογον νύξ, οὐδὲ χρόνος ἔσται ἡμεροειδὲς ἢ νυκτοειδὲς φάντασμα.