1.

[10.185] καὶ μὴν ἡμέρα λέγεται διχῶς, καθ' ἕνα μὲν τρόπον ἡ ἐκ τῶν δώδεκα ὡρῶν συνεστῶσα, καθ' ἕτερον δὲ ὁ πεφωτισμένος ἐξ ἡλίου ἀήρ. ἤτοι οὖν τῆς ἐκ τῶν ὡρῶν συνεστώσης ἡμέρας φάντασμα εἶναι λέγουσιν οἱ περὶ τὸν Ἐπίκουρον τὸν χρόνον, ἢ τῆς ὡς πε5φωτισμένου ἀέρος ἐξ ἡλίου.