1.

[10.187] διόπερ εἰ τὸ φάντασμα ταύτης χρόνος νοεῖται, ἔσται ὁ χρόνος τοῦ χρόνου φάντασμα˙ ὅπερ ἦν ἀπεμφαῖνον. τοίνυν οὐ λεκτέον τὸ τῆς δωδεκαώρου ἡμέρας φάντασμα χρόνον ὑπάρχειν. καὶ μὴν οὐδὲ τὸ τῆς ὡς πεφωτισμένου ἀέρος ἡμέρας φάντασμα˙ αὕτη γὰρ ἐν χρόνῳ γίνεται, καὶ διὰ τοῦτο εἰ χρόνος ἐστὶ τὸ ταύτης τῆς ἡμέρας ἡμέτερον φάντασμα, ἐν τῷ ἡμετέρῳ φαντάσματι γενήσεται ἡ τοιαύτη ἡμέρα. ὃ πολλῷ τοῦ πρώτου χεῖρόν ἐστιν.