1.

[10.188] φθαρέντος τε τοῦ κόσμου κατὰ Ἐπίκουρον οὔτε ἡμέρα ἔστιν οὔτε νύξ, διὰ δὲ τοῦτο οὔτε ἡμερήσιον οὔτε νυκτερήσιον φάντασμα. ἄτοπον δ' ἦν φθαρέντος τοῦ κόσμου λέγειν μὴ εἶναι χρόνον˙ καὶ γὰρ τὸ ποτὲ ἐφθάρθαι καὶ τὸ φθείρεσθαι χρόνων ἐστὶν ἐμφατικά. εἰ δὲ τοῦτο, ἕτερον μέν ἐστιν ὁ χρόνος, διάφορον δὲ τὸ ἡμερήσιον ἢ νυκτερήσιον φάντασμα.
Ἐκ μὲν οὖν τῆς ἐπινοίας οὕτως ἡ τοῦ χρόνου ὕπαρξις ἠπορήσθω˙