1.

[10.189] (§§ 189-192 Cfr. PH III 141-142; M VI 62-63) πάρεστι δὲ καὶ προηγουμένῳ λόγῳ τὸ προκείμενον κατασκευάζειν. εἴπερ γὰρ ἔστι χρόνος, ἤτοι πεπέρασται ἢ ἄπειρός ἐστιν˙ οὔτε δὲ πεπέρασται, ὡς παραστήσομεν, οὔτε ἄπειρός ἐστιν, ὡς διδάξομεν˙ οὐκ ἄρα ἔστι τι χρόνος. εἰ γὰρ πεπέρασται ὁ χρόνος, ἦν ποτὲ χρόνος, ὅτε [ὁ] χρόνος οὐκ ἦν, καὶ ἔσται ποτὲ χρόνος, ὅτε οὐκ ἔσται χρόνος. ἄτοπον δέ γε ἢ τὸ γεγονέναι ποτὲ χρόνον, ὅτε χρόνος οὐκ ἦν, ἢ τὸ ἔσεσθαί ποτε χρόνον, ὅτε χρόνος οὐκ ἔσται˙ καὶ γὰρ τὸ ποτὲ γεγονέναι καὶ τὸ ἔσεσθαι, καθὼς προεῖπον (Cfr. § 188), διαφερόντων χρόνων ἐστὶν ἐμφατικά. οὐ τοίνυν πεπέρασται ὁ χρόνος.