1.

[10.190] καὶ μὴν οὐδὲ ἄπειρός ἐστιν. ἔστι γάρ τι αὐτοῦ τὸ μὲν [τι] παρῳχημένον, τὸ δὲ μέλλον. ἤτοι οὖν ἑκάτερος τούτων τῶν χρόνων ἔστιν ἢ οὐκ ἔστιν. καὶ εἰ μὲν οὐκ ἔστιν, αὐτόθεν πεπέρασται ὁ χρόνος, καὶ εἰ πεπέρασται, μένει τὸ ἀρχῆθεν ἄπορον, τὸ γεγονέναι ποτὲ χρόνον, ὅτε χρόνος οὐκ ἦν, καὶ τὸ ἔσεσθαί ποτε χρόνον, ὅτε χρόνος οὐκ ἔσται.