1.

[10.191] εἰ δὲ ἔστιν ἑκάτερος, φημὶ δὲ ὅ τε παρῳχημένος καὶ ὁ μέλλων χρόνος, ἐν τῷ παρόντι ἔσται. ἐν τῷ παρόντι δὲ ὑπάρχων, ἐν τῷ ἐνεστῶτι γενήσεται χρόνῳ ὅ τε παρῳχημένος καὶ ὁ μέλλων. ἄτοπον δὲ τὸν παρῳχημένον καὶ τὸν μέλλοντα λέγειν κατὰ τὸν ἐνεστῶτα χρόνον νοεῖσθαι. τοίνυν οὐδ' ἄπειρός ἐστιν ὁ χρόνος. εἰ δὲ μήτε πεπερασμένος νοεῖται μήτ' ἄπειρος, οὐδ' ὅλως ἔστιν.