[57] Εἰς Μύνδον ἐλθὼν καὶ θεασάμενος μεγάλας τὰς πύλας, μικρὰν δὲ τὴν πόλιν, ἔφη, "ἄνδρες Μύνδιοι, κλείσατε τὰς πύλας, μὴ ἡ πόλις ὑμῶν ἐξέλθῃ." θεασάμενός ποτε πορφυροκλέπτην πεφωραμένον ἔφη (Il. E 83)

ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.

Κρατέρου ἀξιοῦντος πρὸς αὐτὸν ἀπιέναι, "ἀλλὰ βούλομαι," ἔφη, "ἐν Ἀθήναις ἅλα λείχειν ἢ παρὰ Κρατέρῳ τῆς πολυτελοῦς τραπέζης ἀπολαύειν." Ἀναξιμένει τῷ ῥήτορι παχεῖ ὄντι προσελθών, "ἐπίδος καὶ ἡμῖν," ἔφη, "τοῖς πτωχοῖς τῆς γαστρός˙ καὶ γὰρ αὐτὸς κουφισθήσῃ καὶ ἡμᾶς ὠφελήσεις." διαλεγομένου ποτὲ αὐτοῦ τάριχος προτείνας περιέσπασε τοὺς ἀκροατάς˙ ἀγανακτοῦντος δέ, "τὴν Ἀναξιμένους," ἔφη, "διάλεξιν ὀβολοῦ τάριχος διαλέλυκεν."

[57] Εἰς Μύνδον ἐλθὼν καὶ θεασάμενος μεγάλας τὰς πύλας, μικρὰν δὲ τὴν πόλιν, "ἄνδρες Μύνδιοι", ἔφη, "κλείσατε τὰς πύλας, μὴ ἡ πόλις ὑμῶν ἐξέλθῃ." θεασάμενός ποτε πορφυροκλέπτην πεφωραμένον ἔφη,

ἔλλαβε πορφύρεος θάνατος καὶ Μοῖρα κραταιή.

Κρατέρου ἀξιοῦντος πρὸς αὐτὸν ἀπιέναι, "ἀλλὰ βούλομαι," ἔφη, "ἐν Ἀθήναις ἅλα λείχειν ἢ παρὰ Κρατέρῳ τῆς πολυτελοῦς τραπέζης ἀπολαύειν." Ἀναξιμένει τῷ ῥήτορι παχεῖ ὄντι προσελθών, "ἐπίδος καὶ ἡμῖν," ἔφη, "τοῖς πτωχοῖς τῆς γαστρός˙ καὶ γὰρ αὐτὸς κουφισθήσῃ καὶ ἡμᾶς ὠφελήσεις." διαλεγομένου ποτὲ τοῦ αὐτοῦ τάριχος προτείνας περιέσπασε τοὺς ἀκροατάς˙ ἀγανακτοῦντος δέ, "τὴν Ἀναξιμένους," ἔφη, "διάλεξιν ὀβολοῦ τάριχος διαλέλυκεν."

[57] [4111] Εἰς Μύνδον ἐλθὼν καὶ θεασάμενος μεγάλας 〈μὲν〉 τὰς πύλας, μικρὰν δὲ τὴν πόλιν, ἔφη˙ " Ἄνδρες Μύνδιοι, κλείσατε τὰς πύλας, μὴ ἡ πόλις ὑμῶν ἐξέλθῃ." Θεασάμενός ποτε πορφυροκλέπτην πεφωραμένον ἔφη˙

[4115] Ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.

Κρατέρου ἀξιοῦντος πρὸς αὐτὸν ἀπιέναι, " Ἀλλὰ βούλομαι," ἔφη, "ἐν Ἀθήναις ἅλα λείχειν ἢ παρὰ Κρατέρῳ τῆς πολυτελοῦς τραπέζης ἀπολαύειν." Ἀναξιμένει τῷ ῥήτορι παχεῖ ὄντι προσελθών, " Ἐπίδος καὶ ἡμῖν," ἔφη, [41110] "τοῖς πτωχοῖς τῆς γαστρός˙ καὶ γὰρ αὐτὸς κουφισθήσῃ καὶ ἡμᾶς ὠφελήσεις." Διαλεγομένου ποτὲ τοῦ αὐτοῦ τάριχος προτείνας περιέσπασε τοὺς ἀκροατάς˙ ἀγανακτοῦντος δέ, "Τὴν Ἀναξιμένους," ἔφη, "διάλεξιν ὀβολοῦ τάριχος διαλέλυκεν."