1.

[10.193] (§§ 193-196 Cfr. PH III 143 et M VI 64-65) Πρὸς τούτοις˙ εἰ ἔστι τι χρόνος, ἤτοι ἀμέριστός ἐστιν ἢ μεριστός˙ οὔτε δὲ ἀμέριστος εἶναι δύναται, καθὼς ὑπομνήσομεν, οὔτε μεριστός, ὡς καταστησόμεθα˙ οὐκ ἄρα ἔστι τις χρόνος. ἀμερὴς μὲν οὖν οὐ δύναται τυγχάνειν ὁ χρόνος, ἐπεὶ διαιρεῖται εἴς τε τὸν παρῳχημένον καὶ τὸν ἐνεστῶτα καὶ εἰς τὸν μέλλοντα.